Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.82 Joseph. AJ 17.86 (English) >>Joseph. AJ 17.91

17.84ὁπότε ἐκεῖνος ἀφίκοιτο, παντί τε τρόπῳ φιλότητα τὴν πρὸς αὐτὸν ἐνεδείκνυτο, δεδιὼς μὴ καί τι ὑποτοπηθεὶς ὑπερβάλλοιτο μὲν ὁδοὺς τὰς πρὸς αὐτόν, τῇ δὲ Ῥώμῃ ἐνδιαιτώμενος κτήσεις ἐφεδρεύοι τῇ βασιλείᾳ καὶ δὴ καὶ διαπράσσοι τι αὐτῇ. 17.85τούτοις ἐν Κιλικίᾳ τοῖς γράμμασιν ἐπιτυγχάνει, τοῖς δὲ τὴν Φερώρου τελευτὴν διασαφοῦσιν ἐν Τάραντι πρότερον, δεινῶς τε ἤνεγκεν οὐκ εὐνοίᾳ τῇ Φερώρου, διότι δὲ τοῦ πατρὸς τὴν ἀναίρεσιν οὐ διαπραξάμενος ὥσπερ ὑπέσχετο ἀπέθανε. 17.86περὶ δὲ Κελένδεριν τῆς Κιλικίας γενόμενος ἐνεδοίαζεν ἤδη περὶ τοῦ οἴκαδε πλοῦ δεινῶς τῇ ἐκβολῇ τῆς μητρὸς λελυπημένος, καὶ τῶν φίλων οἱ μὲν ἐκέλευον αὐτὸν ταῦτά πῃ καραδοκοῦντα ἀνέχειν, οἱ δὲ μὴ διαμέλλειν τὸν οἴκαδε πλοῦν· λύσειν γὰρ παραγενόμενον αἰτίαν πᾶσαν, ὡς καὶ νῦν οὔτι ἑτέρωθεν, ἀλλὰ διὰ τὴν ἐκείνου ἀπουσίαν ἰσχὺν τοῖς κατηγόροις ὑπογενέσθαι. 17.87τούτοις πεισθεὶς ἔπλει τε καὶ προσέσχε τῷ Σεβαστῷ λιμένι λεγομένῳ, ὃν κατασκευάσας Ἡρώδης πολλῶν χρημάτων ἐπὶ τιμῇ τῇ Καίσαρος καλεῖ Σεβαστόν. 17.88ἐν προύπτοις δʼ ἦν Ἀντίπατρος ἤδη τοῖς κακοῖς μήτε προσιόντος αὐτῷ μηδενὸς μήτε προσαγορεύοντος ὥσπερ ὅτʼ ἐξῄει μετʼ εὐχῶν καὶ ἀγαθῶν ἐπιφημισμάτων ταῖς ἐναντιωτάταις ἀραῖς οὐκ ἐκωλύοντο αὐτὸν δέχεσθαι ποινὴν τοῖς ἀδελφοῖς ἀποτίνειν ὑπειληφότες.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.82 Joseph. AJ 17.86 (English) >>Joseph. AJ 17.91

Powered by PhiloLogic